Ἀλκιβιάδης
Ἀλκιβιάδης, Alcibiades
I
1 lacedemonio, padre de Endio, del que recibe su nombre Alcibíades ateniense (v.
2 aten., padre de Clinias y abuelo de
3 hijo de Clinias y nieto de Alcibíades
4 hijo de Axíoco, tb. nieto del primero, X.HG 1.2.13.
5 hijo de Alcibíades
6 aten. del demo de Leuconeo, tesmoteta entre 230/220 a.C. IG 22.1706.7 (III a.C.).
7 aten. del demo de Fegunte, And.Myst.65.
8 lacedemonio embajador ante el senado romano en el año 185/4 a.C., Plb.22.11.7, 23.4.3, Paus.7.9.2.
II plu. Ἀλκιβιάδαι hombres como Alcibíades Plu.Flam.11.
-
…ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη · ἔστι δὲ τοῦτό που ὄψις ; οὕτως. ἆρʼ οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν αὐτῇ βλεπτέον, καὶ μάλιστʼ εἰς τοῦτον αὐτῆς τὸν τόπον…
Plato, Alcibiades 1
-
…οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ; πρῶτον ; ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει ; τί οὖν τὰ νῦν ; ἦ παρʼ ἐκείνου φαίνῃ ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται ;…
Plato, Protagoras
-
…αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν τῇ ἀρετῇ. εἰ δὲ βούλει, Κλεινίαν, τὸν Ἀλκιβιάδου τούτου νεώτερον ἀδελφόν, ἐπιτροπεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου ,…
Plato, Protagoras
-
…τις ἐν τῷ οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα. καὶ ἡμεῖς μὲν ἄρτι εἰσεληλύθεμεν, κατόπιν δὲ ἡμῶν ἐπεισῆλθον Ἀλκιβιάδης τε ὁ καλός, ὡς φῂς σὺ καὶ ἐγὼ πείθομαι, καὶ Κριτίας ὁ Καλλαίσχρου. ἡμεῖς οὖν ὡς εἰσήλθομεν…
Plato, Protagoras
-
…Πρωταγόρας Ἑταῖρος Σωκράτης πόθεν, ὦ Σώκρατες, φαίνῃ ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν ; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες ,…
Plato, Protagoras
-
…τῶν βάθρων καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ ἐκεῖ γὰρ προϋπῆρχε τὰ βάθρα ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκιβιάδης ἡκέτην ἄγοντε τὸν Πρόδικον, ἀναστήσαντες ἐκ τῆς κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου. ἐπεὶ δὲ πάντες συνεκαθεζόμεθα…
Plato, Protagoras
-
…τὸν Ἀλκιβιάδου τούτου νεώτερον ἀδελφόν, ἐπιτροπεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, καταθέμενος ἐν Ἀρίφρονος ἐπαίδευε · καὶ πρὶν ἓξ μῆνας γεγονέναι, ἀπέδωκε τούτῳ οὐκ ἔχων…
Plato, Protagoras
-
…Σηστῷ Ἀθηναῖοι, αἰσθόμενοι Μίνδαρον πλεῖν ἐπʼ αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα, νυκτὸς ἀπέδρασαν εἰς Καρδίαν. ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι. πυθόμενος δὲ ὅτι αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι…
Xenophon, Hellenica
-
…μετὰ ταῦτα ὤμοσεν ὁ μὲν ἐν Χρυσοπόλει οἷς Φαρνάβαζος ἔπεμψε Μιτροβάτει καὶ Ἀρνάπει, ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου Εὐρυπτολέμῳ καὶ Διοτίμῳ τόν τε κοινὸν ὅρκον καὶ ἰδίᾳ ἀλλήλοις πίστεις ἐποιήσαντο. Φαρνάβαζος μὲν οὖν εὐθὺς ἀπῄει, καὶ…
Xenophon, Hellenica
-
…Ἀνδρίους ἐτρέψαντο καὶ κατέκλεισαν εἰς τὴν πόλιν καί τινας ἀπέκτειναν οὐ πολλούς, καὶ τοὺς Λάκωνας οἳ αὐτόθι ἦσαν. Ἀλκιβιάδης δὲ τροπαῖόν τε ἔστησε καὶ μείνας αὐτοῦ ὀλίγας ἡμέρας ἔπλευσεν εἰς Σάμον, κἀκεῖθεν ὁρμώμενος ἐπολέμει. οἱ δὲ Λακεδαιμόνιοι…
Xenophon, Hellenica