Γαδάτας
Γαδάτας, Gadatas
Could not find Γαδάτα in Logeion dictionaries.
Γαδάτα Proper-name noun: masculine genitive singular, Proper-name noun: masculine vocative singular of Γαδάτας
Gadatas príncipe asirio emasculado por orden del rey de los asirios, X.Cyr.5.3.10, 15 ss.
-
…· καὶ ἐγώ σοι συνεγίγνωσκον. ἐκ δὲ τούτου Γωβρύας ἡμῖν φίλος ἐγένετο, καὶ ἐγὼ ἔχαιρον · καὶ αὖθις Γαδάτας · καὶ ἤδη ἔργον σοῦ ἦν μεταλαβεῖν. ἐπεί γε μέντοι καὶ Σάκαι καὶ Καδούσιοι σύμμαχοι ἐγεγένηντο, θεραπεύειν εἰκότως…
Xenophon, Cyropaedia
-
…ἄλλων μείων λόγος. καὶ ὁ Κῦρος εἶπεν · ἐὰν οὖν ἴῃς νῦν, πότε ἔσῃ οἴκοι ; καὶ ὁ Γαδάτας εἶπεν · εἰς τρίτην δειπνήσω ἐν τῇ ἡμετέρᾳ. ἦ καὶ τὸν Ἀσσύριον, ἔφη, οἴει ἐκεῖ ἤδη καταλήψεσθαι…
Xenophon, Cyropaedia
-
…οἱ δὲ Ἀσσύριοι, ὡς ἐδόκει ἁλώσιμος εἶναι ὁ Γαδάτας, ἀνίστανται ἐκ τῆς ἐνέδρας. καὶ οἱ μὲν ἀμφὶ Γαδάταν ἰδόντες ὥσπερ εἰκὸς ἔφευγον, οἱ δʼ αὖ ὥσπερ εἰκὸς ἐδίωκον. καὶ ἐν τούτῳ ὁ ἐπιβουλεύων τῷ Γαδάτᾳ παίει…
Xenophon, Cyropaedia
-
…πρόσω ὑμῖν ἐπιβουλεύειν. ὡς δὲ ταῦτʼ ἐρρήθη, οἵ τε ἄλλοι πάντες ἀνιστάμενοι συμπροθυμήσεσθαι ταῦτʼ ἔφασαν καὶ Κυαξάρης. Γαδάτας δὲ καὶ Γωβρύας καὶ τεῖχος ἑκάτερος αὐτῶν, ἢν ἐπιτρέψωσιν οἱ σύμμαχοι, τειχιεῖσθαι ἔφασαν, ὥστε καὶ ταῦτα φίλια…
Xenophon, Cyropaedia
-
…οὐ μὰ Δίʼ, ἔφη, ὁ Ὑστάσπας, οὐδʼ ἄπειμί γε, ἀλλὰ μένων στρατηγήσω, ἔστʼ ἂν ποιήσω Γαδάταν τουτονὶ τοῦ Ἀσσυρίου δεσπότην. οἱ μὲν δὴ τοιαῦτʼ ἔπαιζον σπουδῇ πρὸς ἀλλήλους. ἐν δὲ τούτῳ Κυαξάρης σεμνῶς κεκοσμημένος…
Xenophon, Cyropaedia
-
…, ἓν μὲν αὐτὸς τὸ ἀσθενέστατον βίᾳ προσβαλὼν ἔλαβε, τὼ δὲ δύο φρουρίω φοβῶν μὲν Κῦρος, πείθων δὲ Γαδάτας ἔπεισε παραδοῦναι τοὺς φυλάττοντας. ἐπεὶ δὲ ταῦτα διεπέπρακτο, πέμπει πρὸς Κυαξάρην καὶ ἐπέστειλεν αὐτῷ ἥκειν ἐπὶ τὸ στρατόπεδον…
Xenophon, Cyropaedia
-
…. ἀλλʼ ἄγετε λαμβάνετε τὰ ὅπλα · ἡγήσομαι δʼ ἐγὼ σὺν τοῖς θεοῖς. ὑμεῖς δʼ, ἔφη, ὦ Γαδάτα καὶ Γωβρύα, δείκνυτε τὰς ὁδούς · ἴστε γάρ · ὅταν δʼ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ…
Xenophon, Cyropaedia
-
…αὐτοί · καὶ ἰόντες ᾗ ἐδύναντο ὡς τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο. καὶ οἱ μὲν σὺν τῷ Γωβρύᾳ καὶ Γαδάτᾳ τεταγμένοι κεκλειμένας εὑρίσκουσι τὰς πύλας τοῦ βασιλείου · οἱ δὲ ἐπὶ τοὺς φύλακας ταχθέντες ἐπεισπίπτουσιν αὐτοῖς πίνουσι πρὸς φῶς πολύ…
Xenophon, Cyropaedia
-
…τις βλάψειεν ἄλλως πως ἢ φίλος δοκῶν εἶναι. καὶ μήν, ἔφη ὁ Γωβρύας, οἶδʼ ὅτι κἂν πρίαιτο Γαδάτας τὸ μέγα τι ποιῆσαι κακὸν τὸν νῦν βασιλέα Ἀσσυρίων. ἀλλʼ ὅ τι ἂν δύναιτο, τοῦτο δεῖ καὶ ἡμᾶς…
Xenophon, Cyropaedia
-
…ἤδη πολλοί τε ἐδόκουν καὶ καλοὶ κἀγαθοὶ παρεῖναι · ἐν οἷς δὴ λέγει ὁ Κῦρος ταῦτα. ἄνδρες σύμμαχοι, Γαδάτας διέπραξεν ἃ δοκεῖ πᾶσιν ἡμῖν πολλοῦ ἄξια εἶναι, καὶ ταῦτα πρὶν καὶ ὁτιοῦν ἀγαθὸν ὑφʼ ἡμῶν παθεῖν. νῦν…
Xenophon, Cyropaedia