θίς
θίς, a heap, sandbank, beach, shore
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | θὶς | – | θῖνες |
| Genitive | – | – | – |
| Dative | θίνʼ, θινὶ | – | – |
| Accusative | θῖνʼ, θῖνα | – | – |
| Vocative | – | – | – |
-
…στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ δεῖπνον ἔπειθʼ εἵλοντο…
Homer, Odyssey
-
…ἐρίηρας ἑταίρους. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ, βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας. ὡς δʼ ὅτʼ…
Homer, Odyssey
-
…ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. αὐτοὶ δʼ εἰς…
Homer, Odyssey
-
…πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες θῖνʼ ἔφʼ ἁλὸς πολιῆς · τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδʼ εὐρύς…
Homer, Iliad
-
…οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι. ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων κηρὸν δεψήσας μελιηδέα ,…
Homer, Odyssey