νέφη
νέφος, a cloud, mass
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | νέφος | – | νέφη |
| Genitive | νέφους | – | νεφέων, νεφῶν |
| Dative | νέφεϊ | – | νεφέεσσι, νεφέεσσιν, νέφεσιν, νέφεσσι, νέφεσσιν |
| Accusative | νέφος | – | νέφεα |
| Vocative | νέφος | – | – |
-
…ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. αὐτὰρ ἐπεὶ…
Homer, Odyssey
-
…ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην, οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων · πᾶς δʼ ἄρα…
Homer, Iliad
-
…ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο σκήλειʼ ἀμφὶ…
Homer, Iliad
-
…ἐκ τοῦ παρεόντος κακοῦ. τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς…
Herodotus, The Histories
-
…τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι · τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν…
Homer, Odyssey