ἄφαρ
ἄφαρ, straightway, forthwith, at once, quickly, presently
Other forms of ἄφαρ: ἄφαρ
-
…ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε Ναυσικάαν ἐύπεπλον · ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον, βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν, πατρὶ φίλῳ καὶ μητρί · κιχήσατο…
Homer, Odyssey
-
…ἀκτῖσιν ἔβαλλεν, οὔτʼ ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς · οὓς ὑπʼ Ὀδυσσεὺς δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν εὐρεῖαν · φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς…
Homer, Odyssey
-
…ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν · αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ · Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστίν…
Homer, Odyssey
-
…ἠερόεντος ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, ἥμενον…
NA, Homeric Hymns
-
…μέγα τε δεινόν τε ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους…
Homer, Iliad