Ἤτοι
ἤτοι, (ἦ) now surely, truly, verily; (ἤ) or
Other forms of ἤτοι: ἤτοι
-
…καὶ τὴν ὁσιότητα δίκαιον · καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γʼ ἐστιν δικαιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης…
Plato, Protagoras
-
…ζωὴν ζῴη ; ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν ; ἔοικας, ἦν δʼ ἐγώ ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες ὃ σὺ φῂς εἰδέναι. ἀλλʼ…
Plato, Republic
-
…ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη · αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν · τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος · αὐτὰρ Ἀθήνη…
Homer, Iliad
-
…θούριδος ἀλκῆς · οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον…
Homer, Iliad
-
…οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε κνίσης τε · τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα · ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν ὁμῶς…
Homer, Iliad