Βρόχον
βρόχος, a noose
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | βρόχος | – | βρόχοι |
| Genitive | βρόχου | – | βρόχων |
| Dative | βρόχῳ | – | βρόχοις, βρόχοισι, βρόχοισιν |
| Accusative | βρόχον | – | βρόχους |
| Vocative | – | – | – |
-
…ἔσω, αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ θανόντες, καὶ Λοξίας ἐφήμισεν, ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν. ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν…
Aeschylus, Libation Bearers
-
…Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς · ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη · τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω πολλὰ μάλʼ, ὅσσα τε μητρὸς…
Homer, Odyssey
-
…θεοῖσι κλέπτομαι. τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων ἠθροῦμεν · ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν καὶ πατρὸς ἔργα καὶ…
Sophocles, Antigone
-
…ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών ; αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου. οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις ; ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο .…
Euripides, Bacchae
-
…ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο. πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων, τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, χείλεσιν διδοὺς ὀδόντας · πλησίον δʼ…
Euripides, Bacchae