Δαιμόνιε
δαιμόνιος, of or belonging to a δαίμων; miraculous, marvellous
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | δαιμόνιος | δαιμονίη | δαιμόνιον |
| Genitive | – | δαιμονίας, δαιμονίου | – |
| Dative | δαιμονίῳ | – | – |
| Accusative | – | δαιμονίαν | δαιμόνιον |
| Vocative | δαιμόνιʼ, δαιμόνιε, δαιμόνιέ | δαιμονίη | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | δαιμόνιοι | – | – |
| Genitive | – | – | δαιμονίων |
| Dative | – | – | δαιμονίοις |
| Accusative | – | δαιμονίους | δαιμόνια |
| Vocative | δαιμόνιοι | δαιμόνιαι | – |
-
…ἀδίκημα · ὅπως δὲ σύ τινα πείθοις ἂν καὶ σμικρὸν νοῦν ἔχοντα ἀνθρώπων, ὡς οὐ τοῦ αὐτοῦ ἔστιν καὶ δαιμόνια καὶ θεῖα ἡγεῖσθαι, καὶ αὖ τοῦ αὐτοῦ μήτε δαίμονας μήτε θεοὺς μήτε ἥρωας, οὐδεμία μηχανή ἐστιν. ἀλλὰ…
Plato, Apology
-
…βούλει ἀποκρίνεσθαι, ἐγὼ σοὶ λέγω καὶ τοῖς ἄλλοις τουτοισί. ἀλλὰ τὸ ἐπὶ τούτῳ γε ἀπόκριναι · ἔσθʼ ὅστις δαιμόνια μὲν νομίζει πράγματʼ εἶναι, δαίμονας δὲ οὐ νομίζει ; οὐκ ἔστιν. ὡς ὤνησας ὅτι μόγις ἀπεκρίνω ὑπὸ τουτωνὶ…
Plato, Apology
-
…μὲν οὖν, ὥς γέ μοι δοκεῖ, ὦ Κρίτων. λίαν γε, ὡς ἔοικεν. ἀλλʼ, ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι · ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά…
Plato, Crito
-
…ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων λόγον. καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον · ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει ;…
Plato, Republic
-
…τῇ πόλει. τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον γίγνεται φωνή, ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράψατο. ἐμοὶ δὲ τοῦτʼ ἔστιν ἐκ παιδὸς ἀρξάμενον…
Plato, Apology