Μίνων
Μίνως, Minos
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Μίνως | – | – |
| Genitive | Μίνωος, Μίνω | – | – |
| Dative | Μίνῳ, Μίνωι | – | – |
| Accusative | Μίνω, Μίνωα, Μίνων | – | Μίνωας |
| Vocative | Μίνως | – | – |
-
…, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα…
Plato, Apology
-
…ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μέν, οὐδʼ ἀπόνητο · πάρος δέ μιν…
Homer, Odyssey
-
…Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν · οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν · οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα…
Homer, Iliad
-
…Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι · διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω, ὡς ἐπεκράτησε τῇ στάσι Μίνως, ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ · οἱ δὲ ἀπωσθέντες ἀπίκοντο…
Herodotus, The Histories
-
…αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον · Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ · νῦν δʼ…
Homer, Iliad