Μίνως
Μίνως, Minos
- Minos, Hom., etc.; gen. Μίνωος Od. 11.322, 17.523; acc. Μίνωα Il. 13.450, Od. 11.568; also gen. Μίνω Hdt. 1.173; acc. Μίνων Il. 14.322, Hdt. 7.171, Μίνω A. Ch. 618 (lyr.), Pl. Lg. 630d, A.R. 3.1107; dat. Μίνῳ Pl. Grg. 524a:—Adj. Μῑνώϊος, α, ον, Att. -ῷος, h.Ap. 393, etc.; Μινῷος, ὁ (sc. μήν), name of fictitious month, Luc. VH 2.13; Μινῴα, ἡ, a kind of grape, Hsch.:—fem. Μῑνωΐς, ΐδος, A.R. 2.299; νύμφη, i. e. Ariadne, Call. in PSI 9.1092.59.
- (ἀγλαός, Διὸς ὀαριστής, ὀλοόφρων).
- King of Crete.
- Son of Zeus and Europa (daughter of Phoenix-2), brother of Rhadamanthys and father of Deucalion-1, Ariadne and Phaedra Il. 13.450, 451, Il. 14.322: Od. 11.322;
- judging among the Shades Od. 11.568; Od. 17.523;
- reigned in Cnosus Od. 19.178.
- Minos, son of Zeus and Europa, king of Crete, Hom., Hes., etc.:—gen. Μίνωος Od.; acc. Μίνωα Hom.;—also gen. Μίνω Hdt.; acc. Μίνων Il., or Μίνω Hdt., etc.; dat. Μίνῳ Plat.
-
…, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα…
Plato, Apology
-
…ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μέν, οὐδʼ ἀπόνητο · πάρος δέ μιν…
Homer, Odyssey
-
…Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν · οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν · οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα…
Homer, Iliad
-
…Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι · διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω, ὡς ἐπεκράτησε τῇ στάσι Μίνως, ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ · οἱ δὲ ἀπωσθέντες ἀπίκοντο…
Herodotus, The Histories
-
…αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον · Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ · νῦν δʼ…
Homer, Iliad
-
…κεν ἐγὼ τόν · ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας…
Homer, Odyssey
-
…· διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω, ὡς ἐπεκράτησε τῇ στάσι Μίνως, ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ · οἱ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα…
Herodotus, The Histories
-
…, τοῦτό σφισιν ἐπίνειον ἦν, καὶ Μενεσθέα φασὶν αὐτόθεν ταῖς ναυσὶν ἐς Τροίαν ἀναχθῆναι καὶ τούτου πρότερον Θησέα δώσοντα Μίνῳ δίκας τῆς Ἀνδρόγεω τελευτῆς. Θεμιστοκλῆς δὲ ὡς ἦρξε τοῖς τε γὰρ πλέουσιν ἐπιτηδειότερος ὁ Πειραιεὺς ἐφαίνετό οἱ προκεῖσθαι καὶ…
Pausanias, Description of Greece
-
…· ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, προπροκυλινδόμενος · στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, ἀγχοῦ…
Homer, Odyssey
-
…Τρωικῶν διʼ ἀσθένειαν καὶ ἀμειξίαν ἀλλήλων ἁθρόοι ἔπραξαν. ἀλλὰ καὶ ταύτην τὴν στρατείαν θαλάσσῃ ἤδη πλείω χρώμενοι ξυνεξῆλθον. Μίνως γὰρ παλαίτατος ὧν ἀκοῇ ἴσμεν ναυτικὸν ἐκτήσατο καὶ τῆς νῦν Ἑλληνικῆς θαλάσσης ἐπὶ πλεῖστον ἐκράτησε καὶ τῶν Κυκλάδων νήσων ἦρξέ…
Thucydides, The Peloponnesian War