Φερσεφόνας
Περσεφόνη, Persephone, Proserpine
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Περσεφόνεια, Περσεφόνη, Φερρέφατθʼ, Φερρέφαττα, Φερσέφασσʼ, Φερσέφασσα, Φερσεφόνη | – | – |
| Genitive | Περσεφονείης, Περσεφόνης, Φερσεφόνας | – | – |
| Dative | Περσεφονείῃ, Φερσεφόνῃ | – | – |
| Accusative | Περσεφόνειαν, Περσεφόνην, Φερρέφατταν, Φερσεφόνην | – | – |
| Vocative | Περσέφασσα, Περσεφόνεια, Περσεφόνη, Φερρέφαττα | – | – |
-
…. εἰπὲ δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων ; τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα · τοιγὰρ ἐγώ σοι, μῆτερ, ἐρέω νημερτέα πάντα · εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος…
NA, Homeric Hymns
-
…λάβῃσιν ἀνθρώπων · ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει νηλειής, τέχνην δὲ κακὴν ἔχει · ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ…
Hesiod, Theogony
-
…ἥ ῥα θεοῖσι πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, παιδὶ δόμεν θάνατον · τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον…
Homer, Iliad
-
…ὣς φάτο · μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς · ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ · ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην…
NA, Homeric Hymns
-
…που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθʼ · ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό…
Homer, Odyssey