Περσεφόνη
Περσεφόνη, Persephone, Proserpine
- Persephone, Proserpine, daughter of Zeus and Demeter, Il.: Hades carried her off, and as his consort she continued to reign in the lower world, see Hhymn. Cer.:— her temple is called Φερρεφάττιον, ου, τό, Dem.
-
…. εἰπὲ δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων ; τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα · τοιγὰρ ἐγώ σοι, μῆτερ, ἐρέω νημερτέα πάντα · εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος…
NA, Homeric Hymns
-
…λάβῃσιν ἀνθρώπων · ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει νηλειής, τέχνην δὲ κακὴν ἔχει · ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ…
Hesiod, Theogony
-
…ἥ ῥα θεοῖσι πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, παιδὶ δόμεν θάνατον · τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον…
Homer, Iliad
-
…ὣς φάτο · μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς · ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ · ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην…
NA, Homeric Hymns
-
…που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθʼ · ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό…
Homer, Odyssey
-
…δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς · ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ · ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων · οὔ…
NA, Homeric Hymns
-
…ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν ἁγνὴν Περσεφόνειαν ἀπὸ ζόφου ἠερόεντος ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. Ἑρμῆς δʼ οὐκ…
NA, Homeric Hymns
-
…, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ · αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν…
Homer, Odyssey
-
…καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, αὐτὰρ ἐγὼ βούλευον ὅπως…
Homer, Odyssey
-
…μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν ἐξ ἐμέθεν γεγαῶτα · θεοὶ δʼ ἐτέλειον ἐπαρὰς Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. ἦ μὲν πολλὰ ἔται καὶ…
Homer, Iliad