Χάριτές
Χάρις, Charis, Grace
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Χάρις | – | Χάριτες, Χάριτές |
| Genitive | – | – | Χαρίτων |
| Dative | – | – | Χάρισι, Χάρισιν, Χαρίτεσσί, Χαρίτεσσιν |
| Accusative | – | – | Χάριτας |
| Vocative | – | – | Χάριτες |
-
…υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν · εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος · ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν…
Homer, Iliad
-
…Ἀχαιοί. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα · καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ…
Homer, Odyssey
-
…ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις · ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε…
Homer, Iliad
-
…ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν…
Homer, Iliad
-
…Πιερία μούσειος ἕδρα, σεμνὰ κλιτὺς Ὀλύμπου, ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε, πρόβακχʼ εὔιε δαῖμον. ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος · ἐκεῖ δὲ βάκ χαις θέμις ὀργιάζειν. ὁ δαίμων ὁ Διὸς παῖς χαίρει μὲν θαλίαισιν…
Euripides, Bacchae