Χάρις
Χάρις, Charis, Grace
- (δῖα θεάων, λιπαροκρήδεμνος).
- In Il. the wife of Hephaestus Il. 18.382.
-
…υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν · εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος · ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν…
Homer, Iliad
-
…Ἀχαιοί. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα · καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ…
Homer, Odyssey
-
…ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις · ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε…
Homer, Iliad
-
…ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν…
Homer, Iliad
-
…Πιερία μούσειος ἕδρα, σεμνὰ κλιτὺς Ὀλύμπου, ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε, πρόβακχʼ εὔιε δαῖμον. ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος · ἐκεῖ δὲ βάκ χαις θέμις ὀργιάζειν. ὁ δαίμων ὁ Διὸς παῖς χαίρει μὲν θαλίαισιν…
Euripides, Bacchae
-
…χαλάσασʼ εὐκαμπέα τόξα ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, ἐξάρχουσα χορούς ·…
NA, Homeric Hymns
-
…· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς · ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν…
NA, Homeric Hymns
-
…ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη ,…
Homer, Iliad
-
…Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε διδοῦσι θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε. τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους, Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν · τῶν καὶ…
Hesiod, Theogony
-
…Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. τὴν δέ οἱ…
Hesiod, Theogony