Χθών
χθών, the earth, ground
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χθών, χθὼν | – | – |
| Genitive | χθονός, χθονὸς, Χθονὸς, χθόνος | – | – |
| Dative | χθονί, χθονὶ | – | – |
| Accusative | χθόνʼ, χθόνα | – | – |
| Vocative | χθών, χθὼν | – | – |
-
…πρὸς σὲ τέκνον πατρὸς αὐδὰν καὶ πέραινʼ ἀνεπίμομφον ἄταν. Περσέως τʼ ἐν φρεσὶν καρδίαν ἀνασχεθών, τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν, τοῖς τʼ ἄνωθεν πρόπρασ σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ ἐξαπολλύων…
Aeschylus, Libation Bearers
-
…τε μάχης εὖ εἰδότε πάσης. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην · τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος · Τυδεΐδεω…
Homer, Iliad
-
…. ὣς εἰποῦσʼ ἀπονόσφι θεῶν κίε χωομένη περ. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη, χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον · κέκλυτε νῦν μοι, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ…
NA, Homeric Hymns
-
…πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής. εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω · τὸ γὰρ κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται. εἰ δʼ αὖ σιωπήσεσθε ,…
Sophocles, Oedipus Tyrannus
-
…Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οἰχαλιῆι, οἵ ῥα καὶ ἀθανάτοισιν…
Homer, Odyssey