αἰθήρ
αἰθήρ, ether, the brighter purer air, the sky (f. in Hom.; m. Attic)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | αἰθήρ, αἰθὴρ | – | – |
| Genitive | αἰθέρος | – | – |
| Dative | αἰθέρι | – | – |
| Accusative | αἰθέρʼ, αἰθέρα | – | αἰθέρας |
| Vocative | – | – | – |
-
…αὐλὴν εἰσοιχνεῦσιν, διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω πέλας οἰωνῶν ; αἰθὴρ δʼ ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον. μηδὲν φοβηθῇς · φιλία γὰρ ἅδε τάξις πτερύγων…
Aeschylus, Prometheus Bound
-
…διδάσκαλος. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός · ἄσμενος δέ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. στένω σε τᾶς οὐλομένας τύχας ,…
Aeschylus, Prometheus Bound
-
…αἰθὴρ πόντῳ. τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω .…
Aeschylus, Prometheus Bound
-
…ὅπῃ πληθύνεται. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί · πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον · ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν · καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων…
Aeschylus, Suppliant Women
-
…νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου · ἅμα…
Homer, Iliad