Αἰθιόπεσσιν
Αἰθίοψ, burnt-face
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Αἰθίοψ | – | Αἰθίοπες |
| Genitive | – | – | Αἰθιόπων |
| Dative | – | – | Αἰθιόπεσσιν, Αἰθίοψι, Αἰθίοψιν |
| Accusative | Αἰθίοπα | – | Αἰθίοπας, Αἰθίοπάς, Αἰθιοπῆας |
| Vocative | – | – | – |
-
…δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν · ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει .…
Homer, Odyssey
-
…Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα .…
Hesiod, Theogony
-
…σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος…
Aeschylus, Prometheus Bound
-
…πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα…
Homer, Odyssey
-
…ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον · οὐχ ἕδος · εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον…
Homer, Iliad