αὐτόνομα
αὐτόνομος, living under one’s own laws, independent
| Feminine | Neuter | |
|---|---|---|
| Nominative | αὐτόνομος | αὐτόνομον, αὐτόνομόν |
| Genitive | – | – |
| Dative | αὐτονόμῳ | – |
| Accusative | αὐτόνομον | – |
| Vocative | – | – |
| Masculine | Feminine | |
|---|---|---|
| Nominative | αὐτόνομοι, αὐτόνομοί | – |
| Genitive | αὐτονόμων | – |
| Dative | – | – |
| Accusative | αὐτονόμους | αὐτονόμους, αὐτονόμως |
| Vocative | – | – |
-
…ταύτῃ κατοίκησιν καὶ ἡ ἀκρόπολις μέχρι τοῦδε ἔτι ὑπʼ Ἀθηναίων πόλις. τῇ τε οὖν ἐπὶ πολὺ κατὰ τὴν χώραν αὐτονόμῳ οἰκήσει μετεῖχον οἱ Ἀθηναῖοι, καὶ ἐπειδὴ ξυνῳκίσθησαν, διὰ τὸ ἔθος ἐν τοῖς ἀγροῖς ὅμως οἱ πλείους τῶν τε…
Thucydides, The Peloponnesian War
-
…κλεινὴ καὶ ἔπαινον ἔχουσʼ ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοις οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ θνητῶν Ἅιδην καταβήσει. ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν…
Sophocles, Antigone
-
…αὐτοὶ Ὀδρύσαι παρείχοντο καὶ μετʼ αὐτοὺς Γέται. τοῦ δὲ πεζοῦ οἱ μαχαιροφόροι μαχιμώτατοι μὲν ἦσαν οἱ ἐκ τῆς Ῥοδόπης αὐτόνομοι καταβάντες, ὁ δὲ ἄλλος ὅμιλος ξύμμεικτος πλήθει φοβερώτατος ἠκολούθει. ξυνηθροίζοντο οὖν ἐν τῇ Δοβήρῳ καὶ παρεσκευάζοντο, ὅπως…
Thucydides, The Peloponnesian War
-
…ἀφεῖναι δὲ ἐπικίνδυνον. τάχιστʼ ἄν τε πόλιν οἱ τοιοῦτοι ἑτέρους τε πείσαντες ἀπολέσειαν καὶ εἴ που ἐπὶ σφῶν αὐτῶν αὐτόνομοι οἰκήσειαν · τὸ γὰρ ἄπραγμον οὐ σῴζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον, οὐδὲ ἐν ἀρχούσῃ πόλει ξυμφέρει, ἀλλʼ…
Thucydides, The Peloponnesian War
-
…πατρῴους καὶ ἡμετέρους ἐγχωρίους, λέγομεν ὑμῖν γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους καθάπερ Παυσανίας ἐδικαίωσεν. τοσαῦτα εἰπόντων τῶν Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπεν · δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιῆς, ἢν…
Thucydides, The Peloponnesian War