γέρως
γέρας, γέρας, gift of honor, privilege
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | γέρας | – | γέρα |
| Genitive | γέρως | – | γεράων |
| Dative | – | – | γεράεσσιν, γέρασι |
| Accusative | γέρας | – | γέρα, γέρεα |
| Vocative | – | – | – |
-
…τέκοιεν. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο…
Homer, Odyssey
-
…δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν · αὐτὰρ…
Homer, Iliad
-
…ἢ πρότερον ποιουμένης τὰ πολλὰ τυραννίδες ἐν ταῖς πόλεσι καθίσταντο, τῶν προσόδων μειζόνων γιγνομένων πρότερον δὲ ἦσαν ἐπὶ ῥητοῖς γέρασι πατρικαὶ βασιλεῖαι, ναυτικά τε ἐξηρτύετο ἡ Ἑλλάς, καὶ τῆς θαλάσσης μᾶλλον ἀντείχοντο. πρῶτοι δὲ Κορίνθιοι λέγονται ἐγγύτατα…
Thucydides, The Peloponnesian War
-
…ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε · τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν…
Homer, Iliad
-
…αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι ; ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται · εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ…
Homer, Iliad