ζηλωτὰς
ζηλωτής, an emulator, zealous admirer
ζηλωτός, to be emulated, worthy of imitation
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ζηλωτὴς | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | ζηλωτὴν | – | ζηλωτὰς |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ζαλωτὸς, ζηλωτός, ζηλωτὸς | – | ζηλωτόν |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | ζηλωτὸν | ζηλωτὴν | – |
| Vocative | – | – | – |
| Masculine | Feminine | |
|---|---|---|
| Nominative | ζηλωτοί | ζηλωταὶ |
| Genitive | – | – |
| Dative | – | – |
| Accusative | ζηλωτοὺς | – |
| Vocative | – | – |
| Masculine | |
|---|---|
| Nominative | ζηλωτότερος |
| Genitive | – |
| Dative | – |
| Accusative | ζηλωτότερον |
| Vocative | – |
| Masculine | |
|---|---|
| Nominative | – |
| Genitive | – |
| Dative | – |
| Accusative | ζηλωτότατον |
| Vocative | – |
ζηλωτής
-
…, πρὸς ὃν δεῖ ζῆν σε ὥσπερ πρὸς παράδειγμα, νόμον μὲν τὸν ἐκείνου τρόπον ἡγησάμενον, μιμητὴν δὲ καὶ ζηλωτὴν τῆς πατρῴας ἀρετῆς γιγνόμενον · αἰσχρὸν γὰρ τοὺς μὲν γραφεῖς ἀπεικάζειν τὰ καλὰ τῶν ζῴων, τοὺς δὲ παῖδας μὴ…
Isocrates, Speeches
-
…. πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα…
Plato, Hippias Minor
-
…ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα…
Plato, Protagoras
-
…προκινδυνεύειν ἕκαστος ἦν ἑτοιμότατος. Ἐν ὅσῳ δὲ ὁ Ἄνανος κατέλεγέ τε καὶ συνέτασσε τοὺς ἐπιτηδείους πρὸς μάχην, οἱ ζηλωταὶ πυνθανόμενοι τὴν ἐπιχείρησιν, παρῆσαν γὰρ οἱ ἀγγέλλοντες αὐτοῖς πάντα τὰ παρὰ τοῦ δήμου, παροξύνονται κἀκ τοῦ ἱεροῦ προπηδῶντες…
Flavius Josephus, Jewish War
-
…τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπʼ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε. χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον ,…
Diogenes Laertius, Lives of Eminent Philosophers
ζηλωτός
-
…οὐδʼ ἀναμείναντες τὸν αὐτόματον θάνατον, ἀλλʼ ἐκλεξάμενοι τὸν κάλλιστον. καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί · οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δὲ ὡς ἀθάνατοι…
Lysias, Speeches
-
…. ἐκείνοις μὲν οὖν οὕτω διακειμένοις ὁ βίος οἰκτρὸς καὶ ὁ θάνατος εὐκτός · οὗτοι δὲ καὶ ζῶντες καὶ ἀποθανόντες ζηλωτοί, παιδευθέντες μὲν ἐν τοῖς τῶν προγόνων ἀγαθοῖς, ἄνδρες δὲ γενόμενοι τήν τε ἐκείνων δόξαν διασώσαντες καὶ τὴν αὑτῶν…
Lysias, Speeches
-
…μάσσων βίοτος ἢν ταθῇ, πρόσω. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος. πάντα…
Aeschylus, Persians
-
…καὶ τύχη καταρρέπει τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί · καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα λαβών τε χώρας παντελῆ μοναρχίαν ηὔθυνε, θάλλων…
Sophocles, Antigone
-
…ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα…
Plato, Protagoras