καθαρμῶν
καθαρμός, a cleansing, purification
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | καθαρμός, καθαρμὸς | – | – |
| Genitive | καθαρμοῦ | – | – |
| Dative | καθαρμῷ | – | καθαρμοῖς, καθαρμοῖσιν |
| Accusative | καθαρμὸν | – | καθαρμούς, καθαρμοὺς |
| Vocative | – | – | – |
-
…ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθʼ ἀεί. τάχα δὲ παντελὴς χρόνος ἀμείψεται πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας πᾶν ἐλαθῇ μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν ἰδεῖν ἀκοῦσαι πρευμενεῖς μετοίκοις δόμων πεσοῦνται πάλιν. πάρα τε φῶς ἰδεῖν…
Aeschylus, Libation Bearers
-
…γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θʼ ὁμοίως · ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει…
Aeschylus, Eumenides
-
…Διόνυσον ὑμνήσω. ὦ μάκαρ, ὅστις εὐδαίμων τελετὰς θεῶν εἰδὼς βιοτὰν ἁγιστεύει καὶ θιασεύεται ψυχὰν ἐν ὄρεσσι βακχεύων ὁσίοις καθαρμοῖσιν, τά τε ματρὸς μεγάλας ὄρ για Κυβέλας θεμιτεύων, ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶς Διόνυσον θεραπεύει…
Euripides, Bacchae
-
…πεδίων ἀμοίρους. ἐπεὶ δʼ ἂν αὐτοκτόνως αὐτοδάικτοι θάνωσι, καὶ γαΐα κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν ; ὦ πόνοι δόμων νέοι παλαι οῖσι συμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω παρβασίαν…
Aeschylus, Seven Against Thebes
-
…ταραγμὸς ἐς φρένας πίτνει. ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή, κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. εἷς σοὶ καθαρμός · Λοξίας δὲ προσθιγὼν ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ ·…
Aeschylus, Libation Bearers