καθαρμός
καθαρμός, a cleansing, purification
- cleansing, purification, from guilt, νίψαι καθαρμῷ τήνδε τὴν στέγην S. OT 1228: hence, purificatory offering, atonement, expiation, καθαρμὸν τῆς χώρης ποιέεσθαί τινα Hdt. 7.197: freq. in pl., μύσος ἐλαύνειν καθαρμοῖς A. Ch. 968 (lyr., dub. l.), cf. Th. 738, Eu. 277, 283, Berl.Sitzb. 1927.156 (Cyrene): sg., S. OT 99; θοῦ νῦν καθαρμὸν δαιμόνων make an offering to avert their wrath, Id. OC 466; καθαρμὸν θύειν E. IT 1332; λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων Pl. R. 364e; ὁ περὶ τὴν διάνοιαν κ. Id. Sph. 227c; κ. ποιεῖσθαι τῆς δυνάμεως, Lat. lustrare exercitum, Plb. 21.41.9, Plu. Caes. 43; of the Roman lustrum, D.H. 4.22; κ. ὅπλων, σάλπιγγος,= Lat. armilustrium, tubilustrium, Lyd. Mens. 4.34, 60.
- 2 purificatory rite of initiation into mysteries, Pl. Phd. 69c, Phdr. 244e; ἀνιστὰς ἀπὸ τοῦ καθαρμοῦ D. 18.259, cf. Plu. Aud. 2.47a: hence in pl., as title of poem by Empedocles, Ath. 14.620d; by Epimenides, Suid. s.h.v.
- 3 purgation by ordeal, PMag.Lond. 46.180,196.
- II purging, evacuation, discharge, Arist. HA 587b1, Plu. Sanit. 2.134d.
- 2 metaph., purge, clearance of unhealthy animals, Pl. Lg. 735b.
- III = κάθαρμα I.2, Plu. Curios. 2.518b.
1. schoonmaak, reiniging:
2. (rituële) reiniging:
3. zoenoffer:
οὗτος ὁ λόγος ἐπὶ τοῦ καθαρμοῦ λέγεται βʹ
esta fórmula se pronuncia dos veces en el rito de purificación
- 1a cleansing, purification from guilt, Soph.:—hence, a means of purification, purifying sacrifice, atonement, expiation, καθαρμὸν τῆς χώρης ποιεῖσθαί τινα to make him an atonement for his country, Hdt.; μύσος ἐλαύνειν καθαρμοῖς by purifying rites, Aesch.; θοῦ νῦν καθαρμὸν δαιμόνων avert their wrath by purification, Soph.; καθαρμὸν θύειν to offer a purifying sacrifice, Eur.
- 2applied to rites of initiation, Plat., Dem.
-
…ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθʼ ἀεί. τάχα δὲ παντελὴς χρόνος ἀμείψεται πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας πᾶν ἐλαθῇ μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν ἰδεῖν ἀκοῦσαι πρευμενεῖς μετοίκοις δόμων πεσοῦνται πάλιν. πάρα τε φῶς ἰδεῖν…
Aeschylus, Libation Bearers
-
…γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θʼ ὁμοίως · ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει…
Aeschylus, Eumenides
-
…Διόνυσον ὑμνήσω. ὦ μάκαρ, ὅστις εὐδαίμων τελετὰς θεῶν εἰδὼς βιοτὰν ἁγιστεύει καὶ θιασεύεται ψυχὰν ἐν ὄρεσσι βακχεύων ὁσίοις καθαρμοῖσιν, τά τε ματρὸς μεγάλας ὄρ για Κυβέλας θεμιτεύων, ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶς Διόνυσον θεραπεύει…
Euripides, Bacchae
-
…πεδίων ἀμοίρους. ἐπεὶ δʼ ἂν αὐτοκτόνως αὐτοδάικτοι θάνωσι, καὶ γαΐα κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν ; ὦ πόνοι δόμων νέοι παλαι οῖσι συμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω παρβασίαν…
Aeschylus, Seven Against Thebes
-
…ταραγμὸς ἐς φρένας πίτνει. ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή, κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. εἷς σοὶ καθαρμός · Λοξίας δὲ προσθιγὼν ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ ·…
Aeschylus, Libation Bearers
-
…βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει · ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. χρόνος καθαιρεῖ πάντα…
Aeschylus, Eumenides
-
…ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν. ποίῳ καθαρμῷ ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς ; ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν .…
Sophocles, Oedipus Tyrannus
-
…ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ ἑκόντα κοὐκ ἄκοντα. τῶν…
Sophocles, Oedipus Tyrannus
-
…δὲ αὑτοῦ δοῦλον, καθηράμενος ἀπαλλαττέσθω τοῦ φόνου κατὰ νόμον. ἐὰν δέ τις ἐλεύθερον ἄκων ἀποκτείνῃ, τοὺς μὲν καθαρμοὺς τοὺς αὐτοὺς καθαρθήτω τῷ τὸν δοῦλον ἀποκτείναντι, παλαιὸν δέ τινα τῶν ἀρχαίων μύθων λεγόμενον μὴ ἀτιμαζέτω. λέγεται δὲ…
Plato, Laws
-
…ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν. πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι ; πῶς γὰρ οὔ ; καὶ μὴν καθαρμός γʼ ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον. ἦν γὰρ οὖν .…
Plato, Sophist