καρτίστοισι
κράτιστος, strongest, mightiest
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κάρτιστος, κάρτιστός, κράτιστος, κράτιστός | κρατίστη | κάρτιστον, κράτιστον, κράτιστόν |
| Genitive | κρατίστου | – | – |
| Dative | – | κρατίστῃ | – |
| Accusative | κάρτιστον, κράτιστον | καρτίστην, κρατίσταν, κρατίστην | κράτιστον, κράτιστόν |
| Vocative | κράτιστε | – | κράτιστον |
| Masculine | |
|---|---|
| Nominative | κρατίστω |
| Genitive | – |
| Dative | – |
| Accusative | – |
| Vocative | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κάρτιστοι, κράτιστοι, κράτιστοί | κράτισται | κράτιστα, κράτιστά |
| Genitive | – | – | – |
| Dative | καρτίστοις, κρατίστοις | – | – |
| Accusative | κρατίστους | – | κράτισθʼ, κράτιστʼ, κράτιστα |
| Vocative | – | – | – |
-
…εἶναι. οὕτω δὲ σφόδρα ἠπορούμην ὅ τι χρησαίμην, ὦ βουλή, τῇ τούτου παρανομίᾳ, ὥστε ἔδοξέ μοι κράτιστον εἶναι ἀποδημῆσαι ἐκ τῆς πόλεως. λαβὼν δὴ τὸ μειράκιον ἅπαντα γὰρ δεῖ τἀληθῆ λέγειν ᾠχόμην ἐκ τῆς πόλεως .…
Lysias, Speeches
-
…δεῖ ; τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής ; εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα · πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν…
Sophocles, Oedipus Tyrannus
-
…τε καὶ αἵματος εὔχομαι εἶναι. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν · ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι…
Homer, Iliad
-
…πάντα τὸν μετὰ τὴν ναυμαχίαν καὶ τὸν ὕστερον οἱ Κορίνθιοι ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίους πόλεμον ἐναυπηγοῦντο καὶ παρεσκευάζοντο τὰ κράτιστα νεῶν στόλον, ἔκ τε αὐτῆς Πελοποννήσου ἀγείροντες καὶ τῆς ἄλλης Ἑλλάδος ἐρέτας, μισθῷ πείθοντες. πυνθανόμενοι δὲ οἱ…
Thucydides, The Peloponnesian War
-
…πολὺν ἤδη χρόνον Ἀθηναίους εἴργειν τῆς γῆς, εἰ μή τις σχήσοι καὶ ὅθεν ὁ κατὰ θάλατταν σῖτος φοιτᾷ · κράτιστόν τε εἶναι καὶ Κλέαρχον τὸν Ῥαμφίου πρόξενον ὄντα Βυζαντίων πέμψαι εἰς Καλχηδόνα τε καὶ Βυζάντιον. δόξαντος δὲ τούτου ,…
Xenophon, Hellenica