κλεεννὸς
κλεινός, famous, renowned, illustrious
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κλεεννὸς, κλεινός, κλεινὸς | κλεινά, κλεινὰ, κλεινὴ | κλεινὸν |
| Genitive | κλεινοῦ | – | – |
| Dative | κλεεννῷ, κλεινῷ | κλεινᾷ | – |
| Accusative | κλεινὸν | κλεεννὰν, κλεινὰν, κλεινὴν | κλεινὸν |
| Vocative | – | κλεινὰ | κλεινὸν |
| Masculine | |
|---|---|
| Nominative | – |
| Genitive | – |
| Dative | – |
| Accusative | – |
| Vocative | κλεεινώ |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | – | – | κλεινὰ |
| Genitive | κλεινῶν | κλεινῶν | – |
| Dative | κλεινοῖς | – | – |
| Accusative | – | κλεινὰς | κλείνʼ, κλεινὰ |
| Vocative | – | κλειναί, κλειναὶ | – |
-
…καὶ γονᾷ ξύναιμος, οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ, ὄλβιος, ὃν ἁ κλεινὰ γᾶ ποτε Μυκηναίων δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ ,…
Sophocles, Electra
-
…ἀνάσσων. τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος ; τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις ξύνοικος ἀλλαγᾷ βίου ; ἰὼ κλεινὸν Οἰδίπου κάρα, ἦ στέγας λιμὴν αὑτὸς ἤρκεσεν παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν ; πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί…
Sophocles, Oedipus Tyrannus
-
…Θεσπρωτοῦ Διός, τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ; ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας ,…
Aeschylus, Prometheus Bound
-
…τῶν ἐμῶν ὑπεξέθου ; ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην. τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος…
Sophocles, Electra
-
…τάχος ; πρὸς θεῶν, μαλάσσου. μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος, εὐδαίμων, πᾶσιν περίφαντος ἀεί · ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ…
Sophocles, Ajax