κομιδῆ
κομιδῇ, exactly, just; altogether, quite, at all
Other forms of κομιδῇ: κομιδῇ
-
…πώποτέ τι μετʼ ἀλλήλων κοινῇ πρᾶξαι ἀδίκους ὄντας, τοῦτο οὐ παντάπασιν ἀληθὲς λέγομεν · οὐ γὰρ ἂν ἀπείχοντο ἀλλήλων κομιδῇ ὄντες ἄδικοι, ἀλλὰ δῆλον ὅτι ἐνῆν τις αὐτοῖς δικαιοσύνη, ἣ αὐτοὺς ἐποίει μήτοι καὶ ἀλλήλους γε καὶ ἐφʼ…
Plato, Republic
-
…Μεργάνην κατέστησαν ἐξ αὑτῶν ἄρχοντας, Ἀρτεμίδωρόν τε καὶ τὸν μετὰ ταῦτα βασιλεύσαντα τῶν Συρακοσίων Ἱέρωνα, νέον μὲν ὄντα κομιδῇ, πρὸς δέ τι γένος εὐφυῆ βασιλικῆς καὶ πραγματικῆς οἰκονομίας. ὁ δὲ παραλαβὼν τὴν ἀρχὴν καὶ παρεισελθὼν εἰς τὴν…
Polybius, Histories
-
…καὶ πολύ γε, ἔφη. ἐντὸς δʼ ἀμφοῖν κεῖται ; ναί. μεταξὺ ἄρα ἂν εἴη τούτοιν δόξα. κομιδῇ μὲν οὖν. οὐκοῦν ἔφαμεν ἐν τοῖς πρόσθεν, εἴ τι φανείη οἷον ἅμα ὄν τε καὶ μὴ ὄν ,…
Plato, Republic
-
…ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται. κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές. τί δʼ, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας ; τοῦτο μὲν οἷός…
Plato, Sophist
-
…, καὶ δὴ καὶ τὰς ἡδονὰς τὰς ἑαυτοῦ ἕκαστον καὶ τὰς βελτίστας καὶ εἰς τὸ δυνατὸν τὰς ἀληθεστάτας καρποῦσθαι. κομιδῇ μὲν οὖν. ὅταν δὲ ἄρα τῶν ἑτέρων τι κρατήσῃ, ὑπάρχει αὐτῷ μήτε τὴν ἑαυτοῦ ἡδονὴν ἐξευρίσκειν, τά…
Plato, Republic