κράτη
κράτος, κράτος, κράτους, τό, strength, power
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κράτος, Κράτος | – | κράτη |
| Genitive | κράτεος, κράτους | – | – |
| Dative | κράτει, κράτεί, κράτεϊ, κράτεΐ | – | κράτεσιν |
| Accusative | κράτος, Κράτος | – | κράτη |
| Vocative | κράτος, Κράτος | – | – |
-
…δῆτα πρευμενοῦς ἀπʼ ὄμματος · θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος. ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. κείνου θέλοντος εὖ τελευτήσει τάδε. καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν…
Aeschylus, Suppliant Women
-
…φόως φέροι ἠδὲ βροτοῖσιν · οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος μνησαμένη · μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης ·…
Homer, Odyssey
-
…ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ · αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες…
Homer, Iliad
-
…, τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον τῆς θυμοβόρου φρένα λύπης. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων · ἔτι γὰρ θεόθεν καταπνεύει πειθὼ μολπᾶν ἀλκὰν σύμφυτος αἰών · ὅπως Ἀχαι ῶν δίθρονον κράτος ,…
Aeschylus, Agamemnon
-
…Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει μαινομένῃ ἐϊκυῖα · φέρει δʼ ἅμα παῖδα τιθήνη. ἦ…
Homer, Iliad