κρήνη
κρήνη, κρήνη, well, spring
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κρήνη, κρηνὶς | – | κρῆναι, κρῆναί |
| Genitive | κράνας, κρήνης | – | κρηνάων, κρηνέων, κρηνῶν |
| Dative | κράνᾳ, κρήνῃ | – | κράναισι, κρήναις |
| Accusative | κράναν, κρήνην | – | κρήνας |
| Vocative | – | – | κρῆναι |
-
…τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπʼ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα · κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη .…
Thucydides, The Peloponnesian War
-
…Γορδίου πρότερον ᾤκισεν ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη · ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ, ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον…
Pausanias, Description of Greece
-
…φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπʼ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων · ὑπερβιαζομένου…
Thucydides, The Peloponnesian War
-
…· σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, ἤ που ἐπὶ κρήνῃ · μή τις ποτὶ δῶμα γέροντι ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ…
Homer, Odyssey
-
…ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων · τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός · τῷ δʼ…
Homer, Iliad