κρίσεσι
κρίσις, κρίσις, ἡ, judgment, dispute, trial, decision (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κρίσις | – | κρίσεις, κρίσιες |
| Genitive | κρίσεως, κρίσιος | – | κρίσεων |
| Dative | κρίσει | – | κρίσεσι |
| Accusative | κρίσιν | – | κρίσεις, κρίσιας |
| Vocative | – | – | – |
-
…ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων ὡς ἐγὼ οἶμαι, οὐκ ἂν ἀηδὲς εἴη καὶ δὴ…
Plato, Apology
-
…ἐπεὶ δὲ δικαιοσύνης οὐδὲν ὑμῖν προσήκει, σκέψασθε εἰ ἄρα ἐπʼ ἀνδρείᾳ ὑμῖν μέγα φρονητέον. καὶ τίς ἂν καλλίων κρίσις τούτου γένοιτο ἢ ὡς ἐπολεμήσαμεν πρὸς ἀλλήλους ; ἀλλὰ γνώμῃ φαίητʼ ἂν προέχειν, οἳ ἔχοντες καὶ τεῖχος καὶ ὅπλα…
Xenophon, Hellenica
-
…ἀναστένω ; ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν πράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλιν οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, ἰοῦσα πράξω · τλήσομαι τὸ κατθανεῖν. Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω · ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν…
Aeschylus, Agamemnon
-
…, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες. . Τὰς δὲ πτισάνας χρὴ ἐκ κριθέων τε ὡς βελτίστων εἶναι καὶ κάλλιστα…
Hippocrates, Regimen in Acute Diseases
-
…οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες · ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, κρίσις οὔκ ἔστιν ἀλαθής · σοφίᾳ δʼ ἂν σοφίαν παραμείψειεν ἀνήρ. ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος…
Sophocles, Oedipus Tyrannus