κόραι
κόρη, κόρη, ἡ, maiden, girl (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κόρα, κόρη, κούρα, κούρη, κώρα | κούρα | κόραι, κοῦραι |
| Genitive | κόρας, κόρης, κούρας, κούρης, κώρας | κόραιν | κορᾶν, κορῶν, κουράων |
| Dative | κόρᾳ, κόρῃ, κούρᾳ, κούρῃ | – | κόραις, κούρῃς, κούρῃσι, κούρῃσιν |
| Accusative | κόραν, κόρην, κούραν, κούρην, κώραν | κόρα | κόρας, κούρας |
| Vocative | κόρα, κόρη, κούρα, κούρη, κώρα, κοῦρα, κῶρα | – | κόραι, κοῦραι, κῶραι |
-
…τοῦ ἐμβλέποντος εἰς τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος ; ἀληθῆ λέγεις. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο…
Plato, Alcibiades 1
-
…οὐ πρότερον ἠθέλησεν ἀπελθεῖν, πρὶν αὐτὸν ἡγούμενοι δεινὰ ποιεῖν οἱ παραγενόμενοι καὶ οἱ μετʼ αὐτοῦ ἐλθόντες, ἐπὶ παῖδας κόρας καὶ ὀρφανὰς εἰσιόντα, ἐξήλασαν βίᾳ. καὶ τοσούτου ἐδέησεν αὐτῷ μεταμελῆσαι τῶν ὑβρισμένων, ὥστε ἐξευρὼν οὗ ἐδειπνοῦμεν ἀτοπώτατον…
Lysias, Speeches
-
…, ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο · τῷ δʼ ἔνι κούρη ἐθρέφθη · πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός…
Hesiod, Theogony
-
…χωρεῖτε νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς · ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν, οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων. χωρῶμεν ἐς πολυρρόδους λειμῶνας ἀνθεμώδεις, τὸν ἡμέτερον…
Aristophanes, Frogs
-
…· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι · αἰδέομαι γὰρ γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ. αὐτὰρ ὁ ἐκ ποταμοῦ…
Homer, Odyssey