κῆρι
κῆρ, the heart
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κέαρ, κῆρ | – | – |
| Genitive | – | – | – |
| Dative | κῆρι | – | – |
| Accusative | κέαρ, κῆρ | – | – |
| Vocative | – | – | – |
-
…ἔβαν χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ. πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς ὄνυχος ἄλοκι νεοτόμῳ · διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δʼ ὑφασμάτων λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν, προστέρνῳ στολμῷ πέπλων ἀγελάστοις ξυμφοραῖς πεπληγμένων. τορὸς δὲ Φοῖβος ὀρθόθριξ…
Aeschylus, Libation Bearers
-
…πόλιος καὶ τείχεος ὑψηλοῖο δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο φεῦγον · ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, εἰ μὴ Ἀπόλλων…
Homer, Iliad
-
…ἀέκοντί γε θυμῷ · αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης λοιβῆς τε…
Homer, Iliad
-
…αἱματόεντα δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας · οἳ δὲ σιωπῇ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι…
Homer, Iliad
-
…οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην ,…
Homer, Iliad