λέχους
λέχος, a couch, bed
Parsed as:
✓ neuter genitive singular of λέχος
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | λέχος | – | – |
| Genitive | λέχους | – | λεχέων |
| Dative | λέχει | – | λεχέεσσʼ, λεχέεσσι, λεχέεσσιν, λέχεσιν, λέχεσσι |
| Accusative | λέχος | – | λέχεʼ, λέχεα, λέχεά, λέχη |
| Vocative | λέχος | – | – |
-
…εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην · τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι · κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ · ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, εἴ ποτε…
Homer, Iliad
-
…Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ · Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ἂν…
Homer, Odyssey
-
…τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι · αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν · ὄρσο κέων, ὦ ξεῖνε · πεποίηται δέ τοι εὐνή. ὣς…
Homer, Odyssey
-
…καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων λυσιμελής · καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς ἥρπασε ἧς παρὰ μητρός · ἔδωκε δὲ μητίετα Ζεύς. μνημοσύνης…
Hesiod, Theogony
-
…ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι .…
Homer, Odyssey