λύκος
λύκος, a wolf
Parsed as:
✓ masculine nominative singular of λύκος
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | λύκος | – | λύκοι |
| Genitive | λύκοιο, λύκου | – | λύκων |
| Dative | λύκῳ | – | – |
| Accusative | λύκον | – | λύκους |
| Vocative | – | – | λύκοι |
-
…ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις · ἐπὶ δʼ ἔθεντο κισσίνους στεφάνους…
Euripides, Bacchae
-
…ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν · αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ ·…
Homer, Iliad
-
…ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη · ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν…
Homer, Iliad
-
…τὸ πῦρ · ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ. αὕτη δίπους λέαινα συγκοιμωμένη λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, κτενεῖ με τὴν τάλαιναν · ὡς δὲ φάρμακον τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ ἐπεύχεται ,…
Aeschylus, Agamemnon
-
…δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον · τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα. ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο…
Homer, Odyssey