μαίανδρον
Μαίανδρος, Meander river; (common n.) winding pattern
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Μαίανδρος, μαίανδρος | – | – |
| Genitive | Μαιάνδρου | – | – |
| Dative | – | – | – |
| Accusative | Μαίανδρον, Μαίανδρόν, μαίανδρον | – | μαιάνδρους |
| Vocative | – | – | – |
-
…καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα · τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ…
Homer, Iliad
-
…ἔτεα ἕνδεκα, ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ. τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε, ὁ καὶ ἐσβάλλων τηνικαῦτα…
Herodotus, The Histories
-
…ἐθήρευεν ἀπὸ ἵππου, ὁπότε γυμνάσαι βούλοιτο ἑαυτόν τε καὶ τοὺς ἵππους. διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός · αἱ δὲ πηγαὶ αὐτοῦ εἰσιν ἐκ τῶν βασιλείων · ῥεῖ δὲ καὶ διὰ τῆς Κελαινῶν πόλεως. ἔστι…
Xenophon, Anabasis
-
…ἐξέδοσαν. Μαζάρης δὲ μετὰ ταῦτα ἐστρατεύετο ἐπὶ τοὺς συμπολιορκήσαντας Τάβαλον, καὶ τοῦτο μὲν Πριηνέας ἐξηνδραποδίσατο, τοῦτο δὲ Μαιάνδρου πεδίον πᾶν ἐπέδραμε ληίην ποιεύμενος τῷ στρατῷ, Μαγνησίην τε ὡσαύτως. μετὰ δὲ ταῦτα αὐτίκα νούσῳ τελευτᾷ. ἀποθανόντος…
Herodotus, The Histories
-
…ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει · ῥεῖ δὲ καὶ οὗτος διὰ τῆς πόλεως καὶ ἐμβάλλει εἰς τὸν Μαίανδρον · τοῦ δὲ Μαρσύου τὸ εὖρός ἐστιν εἴκοσι καὶ πέντε ποδῶν. ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ…
Xenophon, Anabasis