Μαίανδρος
Μαίανδρος, Meander river; (common n.) winding pattern
- Maeander, a river of Caria, Il. 2.869, Hes. Th. 339; noted for its windings, Hdt. 2.29:—Adj. Μαιάνδριος, α, ον, πέδιον D.P. 837, etc.
- II metaph., winding, μαιάνδρους πολλοὺς ἑλίττει, of water, Philostr. Im. 1.9; winding pattern, Aristeas 66, Str. 12.8.15, J. AJ 12.2.10.
- A river of Asia Minor falling into the Aegean near Mycale Il. 2.869.
- IMaeander, a river of Caria, Il., Hdt.
- IImetaph. a winding pattern, Strab.
-
…καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα · τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ…
Homer, Iliad
-
…ἔτεα ἕνδεκα, ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ. τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης ὁ Ἄρδυος ἔτι Λυδῶν ἦρχε, ὁ καὶ ἐσβάλλων τηνικαῦτα…
Herodotus, The Histories
-
…ἐθήρευεν ἀπὸ ἵππου, ὁπότε γυμνάσαι βούλοιτο ἑαυτόν τε καὶ τοὺς ἵππους. διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός · αἱ δὲ πηγαὶ αὐτοῦ εἰσιν ἐκ τῶν βασιλείων · ῥεῖ δὲ καὶ διὰ τῆς Κελαινῶν πόλεως. ἔστι…
Xenophon, Anabasis
-
…ἐξέδοσαν. Μαζάρης δὲ μετὰ ταῦτα ἐστρατεύετο ἐπὶ τοὺς συμπολιορκήσαντας Τάβαλον, καὶ τοῦτο μὲν Πριηνέας ἐξηνδραποδίσατο, τοῦτο δὲ Μαιάνδρου πεδίον πᾶν ἐπέδραμε ληίην ποιεύμενος τῷ στρατῷ, Μαγνησίην τε ὡσαύτως. μετὰ δὲ ταῦτα αὐτίκα νούσῳ τελευτᾷ. ἀποθανόντος…
Herodotus, The Histories
-
…ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει · ῥεῖ δὲ καὶ οὗτος διὰ τῆς πόλεως καὶ ἐμβάλλει εἰς τὸν Μαίανδρον · τοῦ δὲ Μαρσύου τὸ εὖρός ἐστιν εἴκοσι καὶ πέντε ποδῶν. ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ…
Xenophon, Anabasis
-
…ἔχων οὓς εἴρηκα ὡρμᾶτο ἀπὸ Σάρδεων · καὶ ἐξελαύνει διὰ τῆς Λυδίας σταθμοὺς τρεῖς παρασάγγας εἴκοσι καὶ δύο ἐπὶ τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα · γέφυρα δὲ ἐπῆν ἐζευγμένη πλοίοις. τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν…
Xenophon, Anabasis
-
…καὶ Φόρκυνος γένος ἐστίν. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε Γρήνικόν…
Hesiod, Theogony
-
…καὶ τῆς μὲν ἐς ἀριστερὴν ἐπὶ Καρίης φερούσης τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις, τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν, ἐν τῇ ἄνδρες δημιοεργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ…
Herodotus, The Histories
-
…ἔτι ἀμείνονες τῆς φύσιος. αὕτη μέν νυν οὐκ ἐνίκα ἡ γνώμη, ἀλλὰ τοῖσι Πέρσῃσι κατὰ νώτου γίνεσθαι τὸν Μαίανδρον μᾶλλον ἢ σφίσι, δηλαδὴ ἢν φυγὴ τῶν Περσέων γένηται καὶ ἑσσωθέωσι τῇ συμβολῇ, ὡς οὐκ ἀπονοστήσουσι ἐς τὸν…
Herodotus, The Histories
-
…τὰς ἀρχὰς ἀπὸ τῆς πόλεως ἔχων · κατενεχθεὶς δʼ ἐπὶ τὸ προάστειον σφοδρῷ καὶ καταφερεῖ τῷ ῥεύματι συμβάλλει πρὸς τὸν Μαίανδρον, προσειληφότα καὶ ἄλλον ποταμὸν Ὀργᾶν διʼ ὁμαλοῦ φερόμενον πρᾶον καὶ μαλακόν · ἐντεῦθεν δʼ ἤδη γενόμενος Μαίανδρος τέως μὲν…
Strabo, Geography