μετόπισθεν
μετόπισθε, from behind, backwards, back
Other forms of μετόπισθε: μετόπισθʼ, μετόπισθε, μετόπισθεν
-
…ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν, πλουτοδόται · καὶ τοῦτο γέρας βασιλήιον ἔσχον, δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες, χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα. ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι…
Hesiod, Works and Days
-
…δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται · ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση .…
Hesiod, Works and Days
-
…φόως γένετʼ ἀμφοτέρωθεν ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν…
Homer, Iliad
-
…καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε…
Homer, Iliad
-
…, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται · ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση. τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν…
Hesiod, Works and Days