νεύροισι
νεῦρον, a sinew, tendon
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | νεῦρα |
| Genitive | – | – | νεύρων |
| Dative | νεύρῳ | – | νεύροισιν |
| Accusative | νεῦρόν | – | νεῦρα |
| Vocative | – | – | – |
-
…εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον .…
Aristophanes, Frogs
-
…ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς · ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς…
Homer, Iliad
-
…κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια · νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε…
Homer, Iliad
-
…κταμένοιο ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας. πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ, δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ ὑετοῦ ἀμφιβάλῃ ἀλέην · κεφαλῆφι δʼ ὕπερθεν πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ…
Hesiod, Works and Days
-
…Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται · περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη · τὸν δὲ σκότος ὄσσε κάλυψε. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ Ἀντίλοχος, λαπάρης δὲ…
Homer, Iliad