νόσφιν
νόσφι, aloof, apart, afar, away
Other forms of νόσφι: νόσφʼ, νόσφι, νόσφιν
-
…. αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη. οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφʼ Ἀχιλῆος · ἔθηκε δὲ πότνια…
Homer, Odyssey
-
…σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόωνδʼ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ζήτει · καί κέ…
Homer, Iliad
-
…θεοὶ οἶκόνδε νέεσθαι εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες νόσφι Ποσειδάωνος · ὁ δʼ ἀσπερχὲς μενέαινεν ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας…
Homer, Odyssey
-
…· ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας · Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε…
Homer, Iliad
-
…ἔγειρε Διὸς νόος αἰγιόχοιο. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων · Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων ἧσʼ ὀλιγηπελέων ; ἦ πού τί σε κῆδος ἱκάνει ; τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ · τίς…
Homer, Iliad