οὐδοῖο
οὐδός, a threshold
οὐδός2, [a way > ὁδός]
ὁδός, ὁδός, ὁδοῦ, ἡ, road
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὀδός, οὐδός, οὐδὸς | – | – |
| Genitive | οὐδοῖο, οὐδοῦ | – | – |
| Dative | οὐδῷ | – | – |
| Accusative | ὀδὸν, οὐδόν, οὐδὸν | – | – |
| Vocative | – | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὁδός, ὁδὸς | ὁδώ | ὁδοί, ὁδοὶ |
| Genitive | ὁδοῖο, ὁδοῦ | ὁδοῖν | ὁδῶν |
| Dative | ὁδῷ | – | ὁδοῖς, ὁδοῖσι |
| Accusative | ὁδόν, ὁδὸν, οὐδόν | – | ὁδούς, ὁδοὺς |
| Vocative | – | – | – |
No checked forms of οὐδός2 in the morphology database.
οὐδός
-
…καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας ὃ δὴ ἐπὶ γήραος οὐδῷ φασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, ἢ πῶς σὺ αὐτὸ ἐξαγγέλλεις. ἐγώ σοι, ἔφη…
Plato, Republic
-
…ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον · ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλʼ…
Hesiod, Theogony
-
…δόμους εὖ ναιετάοντας, ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν…
Homer, Odyssey
-
…ἐνὶ πίονι νηῷ. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές · αὐτὰρ ἐπʼ αὐτοῖς λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης, υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν · ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων κτιστοῖσιν…
NA, Homeric Hymns
-
…ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν · πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν ἐν δέπαϊ…
Homer, Odyssey
ὁδός
-
…τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν ; καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκίᾳ ἀλλʼ ἐν τῇ ὁδῷ, σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις ἐψηφισμένα παρόν, συλλαβὼν ἀπήγαγεν. ὑμεῖς δὲ πᾶσιν ὀργίζεσθε, ὅσοι εἰς…
Lysias, Speeches
-
…τὴν διατριβὴν αὑτῷ πολλὴν ἔσεσθαι · ἀλλʼ ὑπεριδὼν καὶ τὰ φύσει πεφυκότα καὶ τὰ θεῖα πράγματα καὶ τὰς ἀνθρωπίνας διανοίας ὁδὸν μὲν διὰ τῆς θαλάττης ἐποιήσατο, πλοῦν δὲ διὰ τῆς γῆς ἠνάγκασε γενέσθαι, ζεύξας μὲν τὸν Ἑλλήσποντον, διορύξας…
Lysias, Speeches
-
…ταῦτα ἐπορευόμεθα · ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν · ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν…
Plato, Protagoras
-
…ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δʼ, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀνθρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών · οὕτω σφόδρʼ αὐτοὺς ἐφυλαττόμην, καὶ πάντα τὰ ὑπὸ τούτων γιγνόμενα μεγάλην ἐμαυτῷ συμφορὰν ἐνόμιζον. κἀνταῦθα…
Lysias, Speeches
-
…τοὺς ἀνθρώπους · ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ πανοῦργον εἶναι. ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους, καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι, τὸ…
Plato, Protagoras
οὐδός2
No examples found for οὐδός2.