οὐράν
οὐρά, the tail
Parsed as:
✓ feminine accusative singular of οὐρά
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | οὐρά, οὐρὰ | – | – |
| Genitive | οὐρᾶς | – | οὐρέων |
| Dative | οὐρᾷ, οὐρῇ | – | οὐραῖς, οὐρῇσιν |
| Accusative | οὐράν, οὐρὰν, οὐρὴν | – | οὐράς, οὐρὰς |
| Vocative | – | – | – |
-
…κοπρήσοντες · ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν · αὐτὰρ…
Homer, Odyssey
-
…Περσεφονείης ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει νηλειής, τέχνην δὲ κακὴν ἔχει · ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων ἐσθίει, ὅν κε λάβῃσι πυλέων…
Hesiod, Theogony
-
…ἀπηύρα · ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ · γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι · τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης ,…
Hesiod, Shield of Heracles
-
…τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν. οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα…
Homer, Odyssey
-
…βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δʼ ἰθὺς φέρεται μένει ,…
Homer, Iliad