πάροιθε
πάροιθε, before, in the presence of
Parsed as:
✓ preposition
✓ adverb of
πάροιθε
Other forms of πάροιθε: πάροιθʼ, πάροιθε, πάροιθεν, πάροιθέν
-
…τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, ἄλλας δὲ τραπέουσι · πάροιθε δέ τʼ ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν…
Homer, Odyssey
-
…ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος · ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχʼ ἑνδεκάπηχυ · πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα ·…
Homer, Iliad
-
…ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. ἀλλʼ ὅτε…
Homer, Odyssey
-
…οἶνον · σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. Ἀντίνοος δὲ…
Homer, Odyssey
-
…πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι · καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε · τέκνον τί κλαίεις ;…
Homer, Iliad