πελέκεις
πέλεκυς, an axe
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πέλεκυς | – | πελέκεις |
| Genitive | πελέκεως | – | πελέκεων |
| Dative | πελέκει, πελέκεϊ | – | πελέκεσσι, πελέκεσσιν |
| Accusative | πέλεκυν | – | πελέκεας, πελέκεάς |
| Vocative | – | – | – |
-
…τεῖχος ἀναβάντες ἔρριψαν ἐς τὸ ἔξω σφᾶς αὐτοὺς καὶ διεφθάρησαν οἱ πλείους, οἱ δὲ κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαντες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο, ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδες ἀπώλλυντο…
Thucydides, The Peloponnesian War
-
…μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή · τίς δέ κε τόξα τιταίνοιτʼ ; ἀλλὰ ἕκηλοι κάτθετʼ · ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας ἑστάμεν · οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος…
Homer, Odyssey
-
…σῇσιν · ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος οἴκου ἀποσχήσει · νῦν γὰρ καταθήσω ἄεθλον, τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας · στὰς δʼ ὅ γε πολλὸν…
Homer, Odyssey
-
…Ἐχέφρων. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. Περσεὺς δʼ ἀμνίον εἶχε · γέρων δʼ ἱππηλάτα Νέστωρ…
Homer, Odyssey
-
…ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν · δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον · αὐτὰρ ἐν αὐτῷ στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός…
Homer, Odyssey