πνοιάς
πνοή, a blowing, blast, breeze
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πνοὰ, πνοή, πνοὴ, πνοιὴ | – | πνοαί, πνοαὶ, πνοιαὶ |
| Genitive | πνοῆς | – | – |
| Dative | πνοᾷ, πνοιῇ | – | πνοαῖς, πνοαῖσιν, πνοιῇς, πνοιῇσι, πνοιῇσιν |
| Accusative | πνοὴν, πνοιὴν | – | πνοάς, πνοὰς, πνοιάς, πνοιὰς |
| Vocative | – | – | πνοαί |
-
…ἅλιον πολυΐχθυον ἀμφὶς ὀρούσει. ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα ἤιʼ ὁδόν · πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων ῥηιδίως ἴθυνʼ · ἣ δὲ πρήσσουσα κέλευθον Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο…
NA, Homeric Hymns
-
…, μάλʼ ἀτρεκέως ἀγορεύσω. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν · ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς…
Homer, Odyssey
-
…ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει…
Homer, Iliad
-
…ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο · εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων…
Homer, Odyssey
-
…, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν · ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά ,…
Homer, Odyssey