προπάροιθεν
προπάροιθε, before, in front of
Morpho works with a static database. If you like, you can compare the output of Morpheus.
Parsed as:
✓ preposition
✓ adverb of
προπάροιθε
Other forms of προπάροιθε: προπάροιθʼ, προπάροιθε, προπάροιθεν
-
…εὑρὼν ἐκτήσατο μυρίον ὄλβον · Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν · ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα · Διὸς δʼ ἐριούνιος υἱὸς ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε · σύμβολον…
NA, Homeric Hymns
-
…ἐπιπλήξειν Δαναῶν · ἰθεῖα γὰρ ἔσται. Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον ὄμνυθι…
Homer, Iliad
-
…. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν · ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως…
Homer, Odyssey
-
…, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς ; κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων ἧσται ὀδυρόμενος ἕταρον φίλον · οἳ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος…
Homer, Iliad
-
…ἐν Ἀργείοισιν ἔειπεν · ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα ,…
Homer, Iliad