προσδοκία
προσδοκία, a looking for, expectation
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | προσδοκία | – | – |
| Genitive | προσδοκίας | – | – |
| Dative | – | – | – |
| Accusative | προσδοκίαν | – | προσδοκίας |
| Vocative | – | – | – |
-
…αἳ ἔτυχον αὐτόθι οὖσαι, πλεῦσαι εὐθὺς ἐπὶ τὸν Πειραιᾶ · οὔτε γὰρ ναυτικὸν ἦν προφυλάσσον ἐν αὐτῷ οὐδὲν οὔτε προσδοκία οὐδεμία μὴ ἄν ποτε οἱ πολέμιοι ἐξαπιναίως οὕτως ἐπιπλεύσειαν, ἐπεὶ οὐδʼ ἀπὸ τοῦ προφανοῦς τολμῆσαι ἂν καθʼ ἡσυχίαν ,…
Thucydides, The Peloponnesian War
-
…Μελαντίους δειράς, τοξεύσας τῷ βέλει εἰς τὴν θάλασσαν κατήστραψεν. οἱ δὲ πλησίον ἐθεάσαντο νῆσον, τῷ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι προσορμισθέντες Ἀνάφην ἐκάλεσαν · ἱδρυσάμενοι δὲ βωμὸν Ἀπόλλωνος αἰγλήτου καὶ θυσιάσαντες ἐπʼ εὐωχίαν ἐτράπησαν. δοθεῖσαι δʼ ὑπὸ Ἀρήτης…
Apollodorus, Library and Epitome
-
…νῦν. φαρμάττειν βούλει με, ὦ Σώκρατες, εἰπεῖν τὸν Ἀγάθωνα, ἵνα θορυβηθῶ διὰ τὸ οἴεσθαι τὸ θέατρον προσδοκίαν μεγάλην ἔχειν ὡς εὖ ἐροῦντος ἐμοῦ. ἐπιλήσμων μεντἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν…
Plato, Symposium
-
…παρέχει δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα · δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ Λάχης ; πάνυ γε σφόδρα, ὦ Σώκρατες. τὰ μὲν…
Plato, Laches
-
…ἀλγεινόν. ἔστι γὰρ οὖν τοῦθʼ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον. ὀρθῶς ὑπέλαβες. ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις…
Plato, Philebus