πρότερος
πρότερος, πρότερος, προτέρᾱ, πρότερον, former, superior
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | πρότερος, πρότερός | προτέρα, προτέρη | – |
| Genitive | προτέρου, προτέροιο | προτέρας, προτέρης | προτέρου |
| Dative | προτέρῳ | προτέρᾳ, προτέρῃ | προτέρῳ |
| Accusative | πρότερον, πρότερόν | προτέραν, προτέρην | πρότερον, πρότερόν |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | πρότεροι, πρότεροί | πρότεραι | πρότερʼ, πρότερα |
| Genitive | προτέρων | προτερᾶν, προτέρων | προτέρων |
| Dative | προτέροις, προτέροισι, προτέροισιν | – | προτέροισι |
| Accusative | προτέρους | προτέρας | πρότερα |
| Vocative | – | – | – |
-
…ἰδίᾳ ἕκαστον ἰὼν εὐεργετεῖν τὴν μεγίστην εὐεργεσίαν, ὡς ἐγώ φημι, ἐνταῦθα ᾖα, ἐπιχειρῶν ἕκαστον ὑμῶν πείθειν μὴ πρότερον μήτε τῶν ἑαυτοῦ μηδενὸς ἐπιμελεῖσθαι πρὶν ἑαυτοῦ ἐπιμεληθείη ὅπως ὡς βέλτιστος καὶ φρονιμώτατος ἔσοιτο, μήτε τῶν τῆς πόλεως ,…
Plato, Apology
-
…τʼ ἐκείνῳ συνόντας τιμᾶσθαι πειρωμένους, ὥσπερ πολλῶν ἀγαθῶν αἰτίου ἀλλʼ οὐ μεγάλων κακῶν γεγενημένου. ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων…
Lysias, Speeches
-
…ἀληθῆ λέγεις. ἀλλʼ, ὦ θαυμάσιε, οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερον · καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν ἢ οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον…
Plato, Crito
-
…δὲ τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δεῖν πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι · καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μᾶλλον ἢ τῶνδε τῶν ὕστερον. εἶεν · ἀπολογητέον δή, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ…
Plato, Apology
-
…καὶ ἄλλο τι ἀγαθὸν παρὰ Λακεδαιμονίων τῇ πόλει εὑρήσεσθαι. πεισθέντες δὲ ὑμεῖς εἵλεσθε ἐκεῖνον πρεσβευτὴν αὐτοκράτορα, ὃν τῷ προτέρῳ ἔτει στρατηγὸν χειροτονηθέντα ἀπεδοκιμάσατε, οὐ νομίζοντες εὔνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ. ἐκεῖνος μὲν οὖν ἐλθὼν εἰς Λακεδαίμονα…
Lysias, Speeches