σπέρμα
σπέρμα, seed, offspring
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σπέρμα | – | σπέρματʼ, σπέρματα |
| Genitive | σπέρματος, σπέρματός | – | σπερμάτων |
| Dative | σπέρματι | – | – |
| Accusative | σπέρμʼ, σπέρμα | – | σπέρματα |
| Vocative | σπέρμʼ, σπέρμα | – | σπέρματʼ |
-
…ἐλαύνοι, μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ θυμὸν ἔχων · τοῦ δʼ οὔ τι νεώτερος ἄλλος ἀμείνων σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι. κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται. φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς…
Hesiod, Works and Days
-
…δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις ἕξειν ὑπʼ ἀστῶν…
Aeschylus, Eumenides
-
…μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν ποίησʼ ἀνθρώποις καὶ κύντατον · οὐδέ τι γαῖα σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ · πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες ἕλκον ἀρούραις · πολλὸν δὲ κρῖ λευκὸν…
NA, Homeric Hymns
-
…τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην στροβούμεθʼ · εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς καὶ γὰρ δύʼ…
Aeschylus, Libation Bearers
-
…εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα · καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον…
Aeschylus, Eumenides