σπείρης
σπεῖρα, coil, rope; military unit, Roman manipulus
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σπεῖρα | – | σπεῖραι |
| Genitive | – | – | σπειρῶν |
| Dative | – | – | σπείραις, σπείραισι |
| Accusative | σπεῖραν | – | σπείρας |
| Vocative | – | – | – |
-
…εἰς ἔτος ἱππείῳ γένει πολεύων. κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ · κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν οὔρειόν…
Sophocles, Antigone
-
…καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετʼ ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι…
Plato, Phaedrus
-
…αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω · τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε…
Plato, Timaeus
-
…ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ · ἐφʼ οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα ; οὕτω που, ὦ Σώκρατες ,…
Plato, Phaedrus
-
…καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα. κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς ἀνάθημα · χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ κῆρυξ…
Euripides, Ion