σχολῆς
σχολή, σχολή, leisure, rest; talk which occupies one's leisure, learned discussion
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | σχολή, σχολὴ | – | – |
| Genitive | σχολῆς | – | σχολῶν |
| Dative | σχολᾷ, σχολῇ | – | σχολαῖς |
| Accusative | σχολήν, σχολὴν | – | σχολὰς |
| Vocative | – | – | – |
-
…, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν εἰδέναι · ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ὅ ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων…
Plato, Republic
-
…ὅσιον ; ἀγανακτήσαιμʼ ἂν ἔγωγʼ, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμʼ ἄν · εὐφήμει, ὦ ἄνθρωπε · σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ ; οὐχ…
Plato, Protagoras
-
…ἀλλʼ ἐν πενίᾳ μυρίᾳ εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν. πρὸς δὲ τούτοις οἱ νέοι μοι ἐπακολουθοῦντες οἷς μάλιστα σχολή ἐστιν, οἱ τῶν πλουσιωτάτων αὐτόματοι, χαίρουσιν ἀκούοντες ἐξεταζομένων τῶν ἀνθρώπων, καὶ αὐτοὶ πολλάκις ἐμὲ μιμοῦνται, εἶτα…
Plato, Apology
-
…τιμᾶσθαι · καὶ ταῦτά γε ἀγαθὸν τοιοῦτον ὅτι ἂν πρέποι ἐμοί. τί οὖν πρέπει ἀνδρὶ πένητι εὐεργέτῃ δεομένῳ ἄγειν σχολὴν ἐπὶ τῇ ὑμετέρᾳ παρακελεύσει ; οὐκ ἔσθʼ ὅτι μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, πρέπει οὕτως ὡς τὸν τοιοῦτον ἄνδρα…
Plato, Apology
-
…θεῷ βοηθῶν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφός. καὶ ὑπὸ ταύτης τῆς ἀσχολίας οὔτε τι τῶν τῆς πόλεως πρᾶξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τῶν οἰκείων, ἀλλʼ ἐν πενίᾳ μυρίᾳ εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν. πρὸς δὲ…
Plato, Apology