ταύρων
ταῦρος, a bull
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ταῦρος, ταῦρός | – | ταῦροι |
| Genitive | ταύροιο, ταύρου | – | ταύρων |
| Dative | ταύρῳ | – | ταύροισι |
| Accusative | ταῦρον, ταῦρόν | – | ταύρους, ταύρως |
| Vocative | – | – | ταῦροι |
-
…θοῶς ἀπέλυσε κορώνης, ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη · τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι · τόσʼ ἔβραχε καλὰ θύρετρα πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς…
Homer, Odyssey
-
…ὁ δʼ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας · ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε ,…
Sophocles, Ajax
-
…ἅμʼ ἐστιχόωντο βόεσσι τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι ταῦρον ἐρύγμηλον ἐχέτην · ὃ δὲ μακρὰ μεμυκὼς ἕλκετο · τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. τὼ μὲν ἀναρρήξαντε βοὸς…
Homer, Iliad
-
…ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης…
Homer, Odyssey
-
…ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι · ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ…
Homer, Iliad