τελευτὰς
τελευτή, τελευτή, accomplishment; end, finish; death
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | τελευτὰ, τελευτή, τελευτὴ | – | – |
| Genitive | τελευτῆς | – | – |
| Dative | τελευτᾷ, τελευτῇ | – | – |
| Accusative | τελευτάν, τελευτήν, τελευτὴν | – | τελευτάς, τελευτὰς |
| Vocative | – | – | – |
-
…πάντας τοὺς Ἕλληνας ἐνίκων μαχόμενοι τοὺς ἀπογνόντας τῆς ἐλευθερίας καὶ ὑπομείναντας τὴν δουλείαν. ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ καλλίστην τελευτὴν τοῖς προτέροις κινδύνοις ἐπιθέντες, βέβαιον μὲν τὴν ἐλευθερίαν τῇ Εὐρώπῃ κατειργάσαντο, ἐν ἅπασι δὲ τοῖς κινδύνοις δόντες ἔλεγχον…
Lysias, Speeches
-
…, οἳ τῷ πλήθει βοηθήσαντες καὶ περὶ τῆς ἡμετέρας σωτηρίας μαχόμενοι, πατρίδα τὴν ἀρετὴν ἡγησάμενοι, τοιαύτην τοῦ βίου τελευτὴν ἐποιήσαντο · ἀνθʼ ὧν ἡ πόλις αὐτοὺς καὶ ἐπένθησε καὶ ἔθαψε δημοσίᾳ, καὶ ἔδωκεν ἔχειν αὐτοῖς τὸν ἅπαντα χρόνον…
Lysias, Speeches
-
…δʼ ἐννέα φῶτας ἔπεφνεν. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή · ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ δεινός · ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, ἠέρι…
Homer, Iliad
-
…Ἰθάκην κάτα κοιρανέουσιν, τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν. τὸν δʼ ἐπαλαστήσασα…
Homer, Odyssey
-
…τασαν ὑπʼ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν. ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλαις, ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ. πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ ζόα φονορύτῳ μέμεικται · κάρτα δʼ εἴσʼ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων…
Aeschylus, Seven Against Thebes